previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλέξανδρος δὲ τῆς μὲν πεζῆς στρατιᾶς τὴν πολλὴν Ἡφαιστίωνα ἄγειν κελεύει ἔστε ἐπὶ τὴν θάλασσαν τὴν Περσικήν, αὐτὸς δὲ ἀναπλεύσαντος αὐτῷ τοῦ ναυτικοῦ ἐς τὴν Σουσίαν γῆν ἐπιβὰς τῶν νεῶν ξὺν τοῖς ὑπασπισταῖς τε καὶ τῷ ἀγήματι καὶ τῶν ἱππέων τῶν ἑταίρων ἀναβιβασάμενος οὐ πολλοὺς κατέπλει κατὰ τὸν Εὐλαῖον ποταμὸν ὡς ἐπὶ θάλασσαν. [2] ἤδη δὲ πλησίον ὢν τῆς ἐκβολῆς τῆς ἐς τὸν πόντον τὰς μὲν πλείονάς τε καὶ πεπονηκυίας τῶν νεῶν καταλείπει αὐτοῦ, αὐτὸς δὲ ταῖς μάλιστα ταχυναυτούσαις παρέπλει ἀπὸ τοῦ Εὐλαίου ποταμοῦ κατὰ τὴν θάλασσαν ὡς ἐπὶ τὰς ἐκβολὰς τοῦ Τίγρητος: αἱ δὲ ἄλλαι αὐτῷ νῆες ἀνακομισθεῖσαι κατὰ τὸν Εὐλαῖον ἔστε ἐπὶ τὴν διώρυχα, τέτμηται ἐκ τοῦ Τίγρητος ἐς τὸν Εὐλαῖον, ταύτῃ διεκομίσθησαν ἐς τὸν Τίγρητα. [3] τῶν γὰρ δὴ ποταμῶν τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγρητος, οἳ τὴν μέσην σφῶν Ἀσσυρίαν ἀπείργουσιν, ὅθεν καὶ τὸ ὄνομα Μεσοποταμία πρὸς τῶν ἐπιχωρίων κληΐζεται, μὲν Τίγρης πολύ τι ταπεινότερος ῥέων τοῦ Εὐφράτου διώρυχάς τε πολλὰς ἐκ τοῦ Εὐφράτου ἐς αὑτὸν δέχεται καὶ πολλοὺς ἄλλους ποταμοὺς παραλαβὼν καὶ ἐξ αὐτῶν αὐξηθεὶς ἐσβάλλει ἐς τὸν πόντον τὸν Περσικόν, μέγας τε καὶ οὐδαμοῦ διαβατὸς ἔστε [p. 298] ἐπὶ τὴν ἐκβολήν, καθότι οὐ καταναλίσκεται αὐτοῦ οὐδὲν ἐς τὴν χώραν. [4] ἔστι γὰρ μετεωροτέρα ταύτῃ γῆ τοῦ ὕδατος οὐδὲ ἐκδίδωσιν οὗτος κατὰ τὰς διώρυχας οὐδὲ ἐς ἄλλον ποταμόν, ἀλλὰ δέχεται γὰρ ἐκείνους μᾶλλον, ἄρδεσθαί τε ἀπὸ οὗ τὴν χώραν οὐδαμῇ παρέχει. [5] δὲ Εὐφράτης μετέωρός τε ῥεῖ καὶ ἰσοχείλης πανταχῇ τῇ γῇ, καὶ διώρυχες δὲ πολλαὶ ἀπ᾽ αὐτοῦ πεποίηνται, αἱ μὲν ἀέναοι, ἀφ᾽ ὧν ὑδρεύονται οἱ παρ᾽ ἑκάτερα ᾠκισμένοι, τὰς δὲ καὶ πρὸς καιρὸν ποιοῦνται, ὁπότε σφίσιν ὕδατος ἐνδεῶς ἔχοι, ἐς τὸ ἐπάρδειν τὴν χώραν: οὐ γὰρ ὕεται τὸ πολὺ γῆ αὕτη ἐξ οὐρανοῦ: καὶ οὕτως ἐς οὐ πολὺ ὕδωρ Εὐφράτης τελευτῶν καὶ τεναγῶδες [ἐς] τοῦτο οὕτως ἀποπαύεται. [6] Ἀλέξανδρος δὲ περιπλεύσας κατὰ τὴν θάλασσαν ὅσον μεταξὺ τοῦ τε Εὐλαίου ποταμοῦ καὶ τοῦ Τίγρητος ἐπεῖχεν αἰγιαλὸς τοῦ κόλπου τοῦ Περσικοῦ ἀνέπλει κατὰ τὸν Τίγρητα ἔστε ἐπὶ τὸ στρατόπεδον, ἵνα Ἡφαιστίων αὐτῷ τὴν δύναμιν πᾶσαν ἔχων ἐστρατοπεδεύκει. ἐκεῖθεν δὲ αὖθις ἔπλει ἐς Ὦπιν, πόλιν ἐπὶ τοῦ Τίγρητος ᾠκισμένην. [7] ἐν δὲ τῷ ἀνάπλῳ τοὺς καταρράκτας τοὺς κατὰ τὸν ποταμὸν ἀφανίζων ὁμαλὸν πάντῃ ἐποίει τὸν ῥοῦν, οἳ δὴ ἐκ Περσῶν πεποιημένοι ἦσαν τοῦ μή τινα ἀπὸ θαλάσσης ἀναπλεῦσαι εἰς τὴν χώραν αὐτῶν νηΐτῃ στόλῳ κρατήσαντα. ταῦτα δὲ μεμηχάνητο ἅτε δὴ οὐ ναυτικοῖς τοῖς Πέρσαις: οὕτω δὴ συνεχεῖς οἱ καταρράκται πεποιημένοι ἄπορον τὸν ἀνάπλουν ἐποίουν τὸν κατὰ τὸν Τίγρητα. Ἀλέξανδρος δὲ οὐκ ἔφη τῶν κρατούντων τοῖς ὅπλοις εἶναι τὰ τοιαῦτα σοφίσματα: οὔκουν πρὸς αὑτοῦ ἐποιεῖτο ταύτην τὴν ἀσφάλειαν, ἥντινα ἔργῳ οὐδὲ λόγου ἀξίαν ἀπέφηνε οὐ χαλεπῶς διακόψας τῶν Περσῶν τὰ σπουδάσματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), BABYLO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), TIGRIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: