previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐνταῦθα ἐπὶ ταῖς ξυμβολαῖς τοῦ Ἀκεσίνου καὶ Ἰνδοῦ προσέμενεν ἔστε ἀφίκετο αὐτῷ ξὺν τῇ στρατιᾷ Περδίκκας καταστρεψάμενος ἐν παρόδῳ τὸ Ἀβαστανῶν ἔθνος αὐτόνομον. ἐν τούτῳ δὲ ἄλλαι τε προσγίγνονται Ἀλεξάνδρῳ τριακόντοροι καὶ πλοῖα στρογγύλα ἄλλα, δὴ ἐν Ξάθροις ἐναυπηγήθη αὐτῷ, καὶ Σόγδοι ἄλλο ἔθνος Ἰνδῶν αὐτόνομον προσεχώρησαν. καὶ παρὰ Ὀσσαδίων, καὶ τούτου γένους αὐτονόμου Ἰνδικοῦ, πρέσβεις ἧκον, ἐνδιδόντες καὶ οὗτοι τοὺς Ὀσσαδίους. [2] Φιλίππῳ μὲν δὴ τῆς σατραπείας ὅρους ἔταξε τὰς συμβολὰς τοῦ τε Ἀκεσίνου καὶ Ἰνδοῦ καὶ ἀπολείπει ξὺν αὐτῷ τούς τε Θρᾷκας πάντας καὶ ἐκ τῶν τάξεων ὅσοι ἐς φυλακὴν τῆς χώρας ἱκανοὶ ἐφαίνοντο, πόλιν τε ἐνταῦθα κτίσαι ἐκέλευσεν ἐπ᾽ αὐτῇ τῇ ξυμβολῇ τοῖν ποταμοῖν, ἐλπίσας μεγάλην τε ἔσεσθαι καὶ ἐπιφανῆ ἐς ἀνθρώπους, καὶ νεωσοίκους ποιηθῆναι. [3] ἐν τούτῳ δὲ καὶ Ὀξυάρτης Βάκτριος, Ῥωξάνης τῆς γυναικὸς τῆς Ἀλεξάνδρου πατήρ, ἧκε παρ᾽ Ἀλέξανδρον: καὶ προστίθησιν αὐτῷ Παραπαμισαδῶν σατραπεύειν, ἀπαλλάξας Τυρίεσπιν τὸν πρόσθεν σατράπην, ὅτι οὐκ ἐν κόσμῳ ἐξηγεῖσθαι αὐτῷ Τυρίεσπις ἐξήγγελτο. [4] ἔνθα δὴ διαβιβάσας Κρατερόν τε καὶ τῆς στρατιᾶς τὴν πολλὴν καὶ τοὺς ἐλέφαντας ἐπ᾽ ἀριστερὰ τοῦ Ἰνδοῦ ποταμοῦ, ὅτι εὐπορώτερά τε ταύτῃ τὰ παρὰ τὸν ποταμὸν στρατιᾷ βαρείᾳ ἐφαίνετο καὶ τὰ ἔθνη τὰ [p. 265] προσοικοῦντα οὐ πάντῃ φίλια ἦν, αὐτὸς κατέπλει ἐς τῶν Σόγδων τὸ βασίλειον. καὶ ἐνταῦθα πόλιν τε ἐτείχιζεν ἄλλην καὶ νεωσοίκους ἐποίει ἄλλους καὶ τὰ πλοῖα αὐτῷ τὰ πεπονηκότα ἐπεσκευάσθη. τῆς δὲ ἀπὸ τῶν ξυμβολῶν τοῦ τε Ἰνδοῦ καὶ Ἀκεσίνου χώρας ἔστε ἐπὶ θάλασσαν σατράπην ἀπέδεξε[ν Ὀξυάρτην καὶ] Πείθωνα ξὺν τῇ παραλίᾳ πάσῃ τῆς Ἰνδῶν γῆς. [5] καὶ Κρατερὸν μὲν ἐκπέμπει αὖθις ξὺν τῇ στρατιᾷ [διὰ τῆς Ἀραχωτῶν καὶ Δραγγῶν γῆς], αὐτὸς δὲ κατέπλει ἐς τὴν Μουσικανοῦ ἐπικράτειαν, ἥντινα εὐδαιμονεστάτην τῆς Ἰνδῶν γῆς εἶναι ἐξηγγέλλετο, ὅτι οὔπω οὔτε ἀπηντήκει αὐτῷ Μουσικανὸς ἐνδιδοὺς αὑτόν τε καὶ τὴν χώραν οὔτε πρέσβεις ἐπὶ φιλίᾳ ἐκπέμπει, οὐδέ τι οὔτε αὐτὸς ἐπεπόμφει δὴ μεγάλῳ βασιλεῖ εἰκός, οὔτε τι ᾐτήκει ἐξ Ἀλεξάνδρου. [6] καὶ γίγνεται αὐτῷ πλοῦς κατὰ τὸν ποταμὸν ἐς τοσόνδε ἐσπουδασμένος ὥστε ἔφθη ἐπὶ τοῖς ὁρίοις γενέσθαι τῆς Μουσικανοῦ χώρας, πρὶν πυθέσθαι Μουσικανὸν ὅτι ὥρμηται ὡς ἐπ᾽ αὐτὸν Ἀλέξανδρος. οὕτω δὴ ἐκπλαγεὶς κατὰ τάχος ἀπήντα Ἀλεξάνδρῳ, δῶρά τε τὰ πλείστου ἄξια παρ᾽ Ἰνδοῖς κομίζων καὶ τοὺς ἐλέφαντας ξύμπαντας ἄγων καὶ τὸ ἔθνος τε καὶ αὑτὸν ἐνδιδοὺς καὶ ὁμολογῶν ἀδικεῖν, ὅπερ μέγιστον παρ᾽ Ἀλεξάνδρῳ ἦν ἐς τὸ τυχεῖν ὧν τις δέοιτο. [7] καὶ οὖν καὶ Μουσικανῷ ἐπὶ τοῖσδε ἄδεια ἐδόθη ἐξ Ἀλεξάνδρου, καὶ τὴν πόλιν ἐθαύμασεν Ἀλέξανδρος καὶ τὴν χώραν, καὶ ἄρχειν αὐτῆς Μουσικανῷ ἔδωκεν: κρατερὸς δὲ ἐν τῇ πόλει ἐτάχθη τὴν ἄκραν ἐκτειχίσαι: καὶ παρόντος ἔτι ἐτειχίσθη Ἀλεξάνδρου καὶ φυλακὴ κατεστάθη, ὅτι ἐπιτήδειον αὐτῷ ἐφάνη τὸ χωρίον ἐς τὸ κατεχεσθαι τα κύκλῳ ἔθνη φυλαττόμενα. [p. 266]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Cross-references to this page (5):
    • Dictionary of Greek and Roman Geography (1854), SABRACAE
    • Dictionary of Greek and Roman Geography (1854), SINDOMANA
    • Dictionary of Greek and Roman Geography (1854), SOGDI
    • Smith's Bio, Oxyartes
    • Smith's Bio, Perdiccas
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: