previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν ταῦτα παρήγγειλεν: Πτολεμαῖος δὲ ἁμάξας τε ἐκ τῶν ἀπολελειμμένων ἐν τῇ πρώτῃ φυγῇ ἁμαξῶν ταύτῃ ξυναγαγὼν ὡς πλείστας κατέστησεν ἐγκαρσίας, ἵνα πολλὰ ἐν νυκτὶ τὰ ἄπορα φαίνηται τοῖς φεύγουσι, καὶ τοῦ χάρακος τοῦ κεκομμένου τε καὶ οὐ καταπηχθέντος συννῆσαι ἄλλῃ καὶ ἄλλῃ ἐκέλευσεν ἐν μέσῳ τῆς τε λίμνης καὶ τοῦ τείχους. καὶ ταῦτ᾽ αὐτῷ οἱ στρατιῶται ἐν τῇ νυκτὶ ἐξειργάσαντο. [2] ἤδη τε ἦν ἀμφὶ τετάρτην φυλακὴν καὶ οἱ βάρβαροι, καθάπερ ἐξηγγέλλετο Ἀλεξάνδρῳ, ἀνοίξαντες τὰς ὡς ἐπὶ τὴν λίμνην πύλας δρόμῳ ἐπ᾽ αὐτὴν ἐφέροντο. οὐ μὴν ἔλαθον τὰς ταύτῃ φυλακὰς οὐδὲ Πτολεμαῖον τὸν ἐπ᾽ αὐταῖς τεταγμένον, ἀλλὰ ἐν τούτῳ οἵ τε σαλπιγκταὶ [p. 234] ἐσήμαινον αὐτῷ καὶ αὐτὸς τὴν στρατιὰν ὡπλισμένην τε καὶ συντεταγμένην ἔχων ἐχώρει ἐπὶ τοὺς βαρβάρους. [3] τοῖς δὲ αἵ τε ἅμαξαι ἐμποδὼν ἦσαν καὶ χάραξ ἐν μέσῳ καταβεβλημένος: ὡς δὲ τε σάλπιγξ ἐφθέγξατο καὶ οἱ ἀμφὶ Πτολεμαῖον προσέκειντο αὐτοῖς τοὺς ἀεὶ ἐκπίπτοντας διὰ τῶν ἁμαξῶν κατακαίνοντες, ἐνταῦθα δὴ ἀποστρέφονται αὖθις ἐς τὴν πόλιν. καὶ ἀπέθανον αὐτῶν ἐν τῇ ἀποχωρήσει ἐς πεντακοσίους. [4] ἐν τούτῳ δὲ καὶ Πῶρος ἀφίκετο τούς τε ὑπολοίπους ἐλέφαντας ἅμα οἷ ἄγων καὶ τῶν Ἰνδῶν ἐς πεντακισχιλίους, αἵ τε μηχαναὶ Ἀλεξάνδρῳ ξυμπεπηγμέναι ἦσαν καὶ προσήγοντο ἤδη τῷ τείχει. ἀλλὰ οἱ Μακεδόνες, πρὶν καὶ κατασεισθῆναί τι τοῦ τείχους, ὑπορύττοντές τε αὐτοὶ πλίνθινον ὂν τὸ τεῖχος καὶ τὰς κλίμακας ἐν κύκλῳ πάντῃ προσθέντες αἱροῦσι κατὰ κράτος τὴν πόλιν. [5] καὶ ἀποθνήσκουσι μὲν ἐν τῇ καταλήψει τῶν Ἰνδῶν ἐς μυρίους καὶ ἑπτακισχιλίους, ἑάλωσαν δὲ ὑπὲρ τὰς ἑπτὰ μυριάδας καὶ ἅρματα τριακόσια καὶ ἵπποι πεντακόσιοι. τῆς δὲ ξὺν Ἀλεξάνδρῳ στρατιᾶς ἀπέθανον μὲν ὀλίγον ἀποδέοντες τῶν ἑκατὸν ἐν τῇ πάσῃ πολιορκίᾳ, τραυματίαι δὲ οὐ κατὰ τὸ πλῆθος τῶν νεκρῶν ἐγένοντο, ἀλλὰ ὑπὲρ τοὺς χιλίους καὶ διακοσίους, καὶ ἐν τούτοις τῶν ἡγεμόνων ἄλλοι τε καὶ Λυσίμαχος σωματοφύλαξ. [6] θάψας δὲ ὡς νόμος αὐτῷ τοὺς τελευτήσαντας Εὐμενῆ τὸν γραμματέα ἐκπέμπει ἐς τὰς δύο πόλεις τὰς ξυναφεστώσας τοῖς Σαγγάλοις δοὺς αὐτῷ τῶν ἱππέων ἐς τριακοσίους, φράσοντα[ς] τοῖς ἔχουσι τὰς πόλεις τῶν τε Σαγγάλων τὴν ἅλωσιν καὶ ὅτι αὐτοῖς οὐδὲν ἔσται χαλεπὸν ἐξ Ἀλεξάνδρου ὑπομένουσί τε καὶ δεχομένοις φιλίως Ἀλέξανδρον: οὐδὲ γὰρ οὐδὲ [p. 235] ἄλλοις τισὶ γενέσθαι τῶν αὐτονόμων Ἰνδῶν ὅσοι ἑκόντες σφᾶς ἐνέδοσαν. [7] οἱ δὲ ῾ἤδη γὰρ ἐξήγγελτο αὐτοῖς κατὰ κράτος ἑαλωκότα πρὸς Ἀλεξάνδρου τὰ Σάγγαλἀ φοβεροὶ γενόμενοι ἔφευγον ἀπολιπόντες τὰς πόλεις. καὶ Ἀλέξανδρος, ἐπειδὴ ἐξηγγέλθη αὐτῶν φυγή, σπουδῇ ἐδίωκεν: ἀλλὰ οἱ πολλοὶ μὲν αὐτῶν ἔφθασαν ἀποφυγόντες, διὰ μακροῦ γὰρ δίωξις ἐγίγνετο, ὅσοι δὲ κατὰ τὴν ἀποχώρησιν ἀσθενείᾳ ὑπελείποντο, οὗτοι ἐγκαταληφθέντες πρὸς τῆς στρατιᾶς ἀπέθανον ἐς πεντακοσίους μάλιστα. [8] ὡς δὲ ἀπέγνω διώκειν τοῦ πρόσω τοὺς φεύγοντας, ἐπανελθὼν ἐς τὰ Σάγγαλα τὴν πόλιν μὲν κατέσκαψε, τὴν χώραν δὲ τῶν Ἰνδῶν τοῖς πάλαι μὲν αὐτονόμοις, τότε δὲ ἑκουσίως προσχωρήσασι προσέθηκεν. καὶ Πῶρον μὲν ξὺν τῇ δυνάμει τῇ ἀμφ᾽ αὐτὸν ἐκπέμπει ἐπὶ τὰς πόλεις αἳ προσκεχωρήκεσαν, φρουρὰς εἰσάξοντα εἰς αὐτάς, αὐτὸς δὲ ξὺν τῇ στρατιᾷ ἐπὶ τὸν Ὕφασιν ποταμὸν προὐχώρει, ὡς καὶ τοὺς ἐπέκεινα Ἰνδοὺς καταστρέψαιτο. οὐδὲ ἐφαίνετο αὐτῷ πέρας τι τοῦ πολέμου ἔστε ὑπελείπετό τι πολέμιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: