previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα ὡς ἀπηγγέλθη Ἀλεξάνδρῳ, παραγγείλας τοῖς πεζοῖς κατὰ λόχους κλίμακας ποιεῖσθαι ὅσαι ἑκάστῳ λόχῳ ἐπηγγέλθησαν, αὐτὸς μὲν ἐπὶ τὴν πρώτην ἀπὸ τοῦ στρατοπέδου ὁρμηθέντι πόλιν προὐχώρει, ὄνομα ἦν Γάζα: ἐς γὰρ ἑπτὰ πόλεις ξυμπεφευγέναι ἐλέγοντο οἱ ἐκ τῆς χώρας βάρβαροι: [2] κρατερὸν δὲ ἐκπέμπει πρὸς τὴν καλουμένην Κυρούπολιν, ἥπερ μεγίστη πασῶν καὶ ἐς αὐτὴν οἱ πλεῖστοι ξυνειλεγμένοι ἦσαν τῶν βαρβάρων. παρήγγελτο δὲ αὐτῷ στρατοπεδεῦσαι πλησίον τῆς πόλεως καὶ τάφρον τε ἐν κύκλῳ αὐτῆς ὀρύξαι καὶ χάρακα περιβαλέσθαι καὶ τὰς μηχανὰς ὅσαις χρῆσθαι ξυμπηγνύναι, ὡς πρὸς ἀμφὶ Κρατερὸν τὴν γνώμην τετραμμένοι οἱ ἐκ τῆς πόλεως ταύτης ἀδύνατοι ὦσι ταῖς ἄλλαις πόλεσιν ἐπωφελεῖν. [3] αὐτὸς δὲ ἐπὶ τὴν Γάζαν ἐπεὶ ἀφίκετο, ὡς εἶχεν ἐξ ἐφόδου σημαίνει προσβάλλειν τῷ τείχει γηΐνῳ τε καὶ οὐχ ὑψηλῷ ὄντι, προσθέντας ἐν κύκλῳ πάντοθεν τὰς κλίμακας: οἱ δὲ σφενδονῆται αὐτῷ καὶ οἱ τοξόται τε καὶ ἀκοντισταὶ ὁμοῦ τῇ ἐφόδῳ τῶν πεζῶν ἐσηκόντιζον ἐς τοὺς προμαχομένους [p. 150] ἀπὸ τοῦ τείχους καὶ βέλη ἀπὸ μηχανῶν ἠφίετο, ὥστε ὀξέως μὲν ὑπὸ τοῦ πλήθους τῶν βελῶν ἐγυμνώθη τὸ τεῖχος τῶν προμαχομένων, ταχεῖα δὲ πρόσθεσις τῶν κλιμάκων καὶ ἀνάβασις τῶν Μακεδόνων ἐπὶ τὸ τεῖχος ἐγίγνετο. [4] τοὺς μὲν δὴ ἄνδρας πάντας ἀπέκτειναν, οὕτως ἐξ Ἀλεξάνδρου προστεταγμένον, γυναῖκας δὲ καὶ παῖδας καὶ τὴν ἄλλην λείαν διήρπασαν. ἔνθεν δὲ εὐθὺς ἦγεν ἐπὶ τὴν δευτέραν ἀπ᾽ ἐκείνης πόλιν ᾠκισμένην, καὶ ταύτην τῷ αὐτῷ τε τρόπῳ καὶ τῇ αὐτῇ ἡμέρᾳ λαμβάνει καὶ τοὺς ἁλόντας τὰ αὐτὰ ἔπραξεν. δὲ ἦγεν ἐπὶ τρίτην πόλιν, καὶ ταύτην τῇ ὑστεραίᾳ ἐπὶ τῇ πρώτῃ προσβολῇ εἷλεν. [5] ἐν δὲ αὐτὸς ξὺν τοῖς πεζοῖς ἀμφὶ ταῦτα εἶχε, τοὺς ἱππέας ἐκπέμπει ἐς τὰς δύο τὰς πλησίου πόλεις προστάξας παραφυλάττειν τοὺς ἀνθρώπους τοὺς ἔνδον, μήποτε τὴν ἅλωσιν αἰσθόμενοι τῶν πλησίον πόλεων καὶ ἅμα τὴν αὑτοῦ οὐ διὰ μακροῦ ἔφοδον οἱ δὲ ἐς φυγὴν τραπέντες ἄποροι αὐτῷ διώκειν γένωνται. καὶ ξυνέβη τε οὕτως ὅπως εἴκασε, καὶ ἐν δέοντι ἐγένετο αὐτῷ πομπὴ τῶν ἱππέων. [6] οἱ γὰρ τὰς δύο τὰς οὔπω ἑαλωκυίας πόλεις ἔχοντες τῶν βαρβάρων, ὡς καπνόν τε εἶδον ἀπὸ τῆς πρὸ[ς] σφῶν πόλεως ἐμπιπραμένης καί τινες καὶ ἀπὸ τοῦ πάθους αὐτοῦ διαφυγόντες αὐτάγγελοι τῆς ἁλώσεως ἐγένοντο, ὡς τάχους ἕκαστοι εἶχον ἀθρόοι ἐκ τῶν πόλεων φεύγοντες ἐμπίπτουσιν ἐς τὸ στῖφος τῶν ἱππέων ξυντεταγμένον καὶ κατεκόπησαν οἱ πλεῖστοι αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), GAZA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: