previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔξω βέλους αὑτὸν εἶχεν: ὡς δὲ ἐκδρομή τε ἐκ τῆς πόλεως καρτερὰ ἐγίγνετο καὶ πῦρ τε ἐπέφερον ταῖς μηχαναῖς οἱ Ἄραβες καὶ τοὺς Μακεδόνας ἀμυνομένους κάτωθεν αὐτοὶ ἐξ ὑπερδεξίου τοῦ χωρίου ἔβαλλόν τε καὶ ὤθουν κατὰ τοῦ ποιητοῦ χώματος, ἐνταῦθα ἑκὼν ἀπειθεῖ Ἀλέξανδρος τῷ μάντει ἐκπλαγεὶς ἐν τῷ ἔργῳ οὐκ ἐμνημόνευσε τῆς μαντείας, ἀλλ᾽ ἀναλαβὼν τοὺς ὑπασπιστὰς παρεβοήθει, ἵνα μάλιστα ἐπιέζοντο οἱ Μακεδόνες. [2] καὶ τούτους μὲν ἔσχε τὸ μὴ οὐκ αἰσχρᾷ φυγῇ ὠσθῆναι κατὰ τοῦ χώματος, αὐτὸς δὲ βάλλεται καταπέλτῃ διὰ τῆς ἀσπίδος διαμπὰξ καὶ τοῦ θώρακος ἔς τὸν ὦμον. ὡς δὲ ἔγνω τὰ ἀμφὶ τὸ τραῦμα ἀληθεύσαντα Ἀρίστανδρον, ἐχάρη, ὅτι καὶ τὴν πόλιν δὴ αἱρήσειν ἐδόκει Ἀριστάνδρου ἕνεκα. [3] καὶ αὐτὸς μὲν τὸ τραῦμα ἐθεραπεύετο χαλεπῶς: ἀφικνοῦνται δ᾽ αὐτῷ μετάπεμπτοι ἀπὸ θαλάσσης αἱ [p. 98] μηχαναί, αἷς Τύρον εἷλε. καὶ χῶμα χωννύναι ἐν κύκλῳ πάντοθεν τῆς πόλεως ἐκέλευσεν, εὖρος μὲν ἐς δύο σταδίους, ὕψος δὲ ἐς πόδας πεντήκοντα καὶ διακοσίους. [4] ὡς δὲ αἵ τε μηχαναὶ αὐτῷ ἐποιήθησαν καὶ ἐπαχθεῖσαι κατὰ τὸ χῶμα κατέσεισαν τοῦ τείχους ἐπὶ πολύ, ὑπονόμων τε ἄλλῃ καὶ ἄλλῃ ὀρυσσομένων καὶ τοῦ χοῦ ἀφανῶς ἐκφερομένου τὸ τεῖχος πολλαχῇ ἠρείπετο ὑφιζάνον κατὰ τὸ κενούμενον, τοῖς τε βέλεσιν ἐπὶ πολὺ κατεῖχον οἱ Μακεδόνες ἀναστέλλοντες τοὺς προμαχομένους τῶν πύργων, ἐς μὲν τρεῖς προσβολὰς οἱ ἐκ τῆς πόλεως ἀποθνησκόντων τε αὐτοῖς πολλῶν καὶ τιτρωσκομένων ὅμως ἀντεῖχον. [5] τῇ τετάρτῃ δὲ τῶν Μακεδόνων τὴν φάλαγγα πάντοθεν προσαγαγὼν Ἀλέξανδρος τῇ μὲν ὑπορυσσόμενον τὸ τεῖχος καταβάλλει, τῇ δὲ παιόμενον ταῖς μηχαναῖς κατασείει ἐπὶ πολύ, ὡς μὴ χαλεπὴν ταῖς κλίμαξιν τὴν προσβολὴν κατὰ τὰ ἐρηριμμένα ἐνδοῦναι. [6] αἵ τε οὖν κλίμακες προσήγοντο τῷ τείχει καὶ ἔρις πολλὴ ἦν τῶν Μακεδόνων, ὅσοι τι ἀρετῆς μετεποιοῦντο, ὅστις πρῶτος αἱρήσει τὸ τεῖχος: καὶ αἱρεῖ πρῶτος Νεοπτόλεμος τῶν ἑταίρων τοῦ Αἰακιδῶν γένους: ἐπὶ δὲ αὐτῷ ἄλλαι καὶ ἄλλαι τάξεις ὁμοῦ τοῖς ἡγεμόσιν ἀνέβαινον. [7] ὡς δὲ ἅπαξ παρῆλθόν τινες ἐντὸς τοῦ τείχους τῶν Μακεδόνων, κατασχίσαντες ἄλλας καὶ ἄλλας πύλας, ὅσαις ἕκαστοι ἐπετύγχανον, δέχονται εἴσω τὴν στρατιὰς πᾶσαν. οἱ δὲ Γαζαῖοι καὶ τῆς πόλεώς σφισιν ἤδη ἐχομένης ξυνεστηκότες ὅμως ἐμάχοντο, καὶ ἀπέθανον πάντες αὐτοῦ μαχόμενοι ὡς ἕκαστοι ἐτάχθησαν: παῖδας δὲ καὶ γυναῖκας ἐξηνδραπόδισεν αὐτῶν Ἀλέξανδρος. τὴν πόλιν δὲ ξυνοικίσας ἐκ τῶν περιοίκων ἐχρῆτο ὅσα φρουρίῳ ἐς τὸν πόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: