Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 443]

πόδαγρος, χόρος, ποδάγρα, ἄγγελος, ἰατροὶ, βάσανοι

πόδαγρος

στυγνὸν οὔνομ᾽, θεοῖς στυγούμενον,
ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις [p. 644]
Μέγαιρ᾽ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
5μαζοῖσί τ᾽ ἐξέθρεψε, καὶ πικρῷ βρέφει
εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
10βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,
οὐ Τάνταλον ποτοῖσιν, οὐδ᾽ Ἰξίονα
τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας [p. 645] [p. 444]
15 τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,
ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
χειρῶν ἀπ᾽ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
20 ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.
σπλάγχνων δ᾽ ἐπ᾽ αὐτῶν διάπυρον τρέχει κακόν, [p. 646]
δίναισι φλογμῶν σάρκα πυρπολούμενον,
ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς
Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
25 ὅπου δυσεξέλικτα κυματούμενος
σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.
δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,
ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν
ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.

χόρος

30 ἀνὰ Δίνδυμον Κυβήβης
Φρύγες ἔνθεον ὀλολυγὴν
ἁπαλῷ τελοῦσιν Ἄττῃ,
καὶ πρὸς μέλος κεραύλου
Φρυγίου κατ᾽ ὄρεα Τμώλου
35 κῶμον βοῶσι Λυδοί:
παραπλῆγες δ᾽ ἀμφὶ ῥόπτροις
κελαδοῦσι Κρητὶ ῥυθμῷ
νόμον Κορύβαντες εὐάν. κλάζει βρίθουσα σάλπιγξ [p. 647]
40 Ἄρει κρέκουσα θούρῳ
πολεμηίαν ἀϋτήν.
ἡμεῖς δὲ σοί, Ποδάγρα,
πρώταις ἔαρος ἐν ὥραις
μύσται τελοῦμεν οἴκτους,
45 ὅτε πᾶς χλοητόκοισι
ποίαις τέθηλε λειμών, [p. 445]
Ζεφύρου δὲ δένδρα πνοιαῖς
ἁπαλοῖς κομᾷ πετήλοις,
δύσγαμος κατ᾽ οἴκους
50μερόπων θροεῖ χελιδών,
καὶ νυκτέροις καθ᾽ ὕλαν
τὸν Ἴτυν στένει δακρύουσ᾽
Ἀτθὶς γόοις ἀηδών.

πόδαγρος

ὤμοι πόνων ἀρωγόν, τρίτου ποδὸς [p. 648]
55μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου
βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
60σκέδασον δ᾽ ἀπ᾽ ὄσσων νύχιον ἀέρος βάθος
μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος
ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον:
δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,
ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
65εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.
ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα
βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,
δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.
ὅμως δ᾽ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
70πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ
καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.
ἀλλ᾽ εἶα.
τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,
κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
75τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;
μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας; [p. 649]
ἀλλ᾽ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.
μή τις ὕμνος Βακχίῳ κωμάζεται;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: