previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν
προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους εἶναι
ὅλους, σὺ δὲ γνώρισον: οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι
τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων. [p. 575]

σολοικιστής

Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος: ὅμως εἰπέ. [p. 407]

Λυκῖνος

Καὶ πῶς φὴς οὐ δυνήσεσθαι; γὰρ θύρα
σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.

σολοικιστής

Εἰπὲ τοίνυν.

Λυκῖνος

Ἀλλὰ εἶπον.

σολοικιστής

Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.

Λυκῖνος

Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;

σολοικιστής

Οὐκ ἔμαθον.

Λυκῖνος

Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις
τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ̓ ἀρχὰς ῥηθέντα
ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ [p. 576]
τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν
λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.

σολοικιστής

Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: