[12]
Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ
λέγε: οὕτω γάρ σε δεῖ προδιδάσκειν.
Λυκῖνος
Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα
οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;
σολοικιστής
Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.
Λυκῖνος
Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν
τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.
σολοικιστής
Τίνα ταύτην;
Λυκῖνος
Ὅτι τὸ μὲν ἑτέρῳ τὸ καταδουλοῦν, τὸ δ̓ ἑαυτῷ γίγνεται.
σολοικιστής
Καλῶς λέγεις.
Λυκῖνος
Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν,
εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις
σολοικιστής
Ἀλλ̓ οὐκ ἂν δόξαιμι.
Λυκῖνος
Οὐκοῦν τὰ λοιπὰ ἐσαῦθις ἀναβαλώμεθα, νῦν
δὲ διαλύσωμεν τὸν διάλογον.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.