previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμἕ̣̣̓ πάρειμι. τοὺς Θρᾷκας, Παρμένων: ὡπλισμένοι ῾̣̣̓ ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι: ἐπὶ [p. 255] μετώπου μὲν τὸ ὁπλιτικόν, παρ᾽ ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.

Φιλόστρατος
ὡς βρεφυλλίοις ταῦτα, μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ: σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας πόλεμον εἶδες; ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.

Πολέμων
καὶ μὴν εἴσῃ μετ᾽ ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.

Φιλόστρατος
ἥκετε μόνον συσκευασάμενοι. ἐγὼ δὲ καὶ Τίβιος οὗτοςμόνος γὰρ οὗτος ἕπεταί μοιβάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχοισθε ἔχοιτε εἰδέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: