previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα: πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην: που, Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν; ἀεὶ γὰρ ἐμέμνητο κεκτημένη [p. 253] μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.

Παννυχίς
εὖ γε, Δορκάς, οὕτως ἐχρῆν.

Δορκάς
εἶτα ἑξῆς μετ᾽ οὐ πολὺ ἠρόμην ἐκεῖνα. δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.

Παννυχίς
οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου Πολέμων ἐπόθει ηὔχετο ζῶσαν καταλαβεῖν;

Δορκάς
καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ᾽ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα: τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἴασα δ᾽ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ: ἀπέδραμον δέ σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο. εἰ γὰρ ἐλθὼν Πολέμωνἥξει δὲ πάντως [p. 303] ἀποσεισάμενος τοὺς γνωρίμουςἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ᾽ ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;

Παννυχίς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: