previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδάζεσθαί σε: οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί.

Χρυσίς
καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.

Ἀμπελίς
ἀλλὰ δώσει: ζηλότυποι γὰρ καὶ μάλιστα λυπηθήσονται.

Χρυσίς
οὐκ οἶδ᾽ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, Ἀμπελίδιον. [p. 300]

Ἀμπελίς
οὔκ, ἀλλ᾽. ὡς οἶμαι, μεγάλοι ἔρωτες γίγνονται, εἰ πύθοιτο ἀμελεῖσθαι, εἰ δὲ πιστεύσει μόνος ἔχειν, ἀπομαραίνεταί πως ἐπιθυμία. ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἔλαττον οὖσα τυγχάνεις. εἰ βούλει δέ, καὶ διηγήσομαι ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν: ἤρα μου Δημόφαντος δανειστὴς κατόπιν οἰκῶν τῆς Ποικίλης. οὗτος οὐδεπώποτε πλέον τι πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι. ἤρα δέ, Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ᾽ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: