previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀμπελίς
ὅστις δέ, Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε περιέκειρεν τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;

Χρυσίς
οὐκοῦν ταῦτα μόνα ἐρῶντος, Ἀμπελί, δείγματα;

Ἀμπελίς
ναί, τοῦτ᾽ ἀνδρὸς θερμοῦ: ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι: τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν. ὥστε εἰ καὶ σέ, ὡς φής, Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.

Χρυσίς
τὰ αὐτά; τί λέγεις; ἀεὶ ῥαπίζειν με;

Ἀμπελίς
οὐχί, ἀλλ᾽ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν [p. 251] βλέποις. ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ἔτι ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις;

Χρυσίς
ἀλλ᾽ οὐδὲ ἔχω ἔγωγε: δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.

Ἀμπελίς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: