[4]
εἰπέ μοι, ὦ μῆτερ, οἱ μισθούμενοι παντες
τοιοῦτοί εἰσιν οἷος ὁ Εὔκριτος, μεθ᾽ οὗ χθὲς ἐκάθευδον;
Κρωβύλη
οὐ πάντες, ἀλλ᾽ ἔνιοι μὲν ἀμείνους, οἱ δὲ
καὶ ἤδη ἀνδρώδεις, οἱ δὲ καὶ οὐ πάνυ μορφῆς εὐφυῶς ἔχοντες.
Κόρινανα
καὶ τοιούτοις συγκαθεύδειν δεήσει;
Κρωβύλη
μάλιστα, ὦ θύγατερ: οὗτοι μέν τοι καὶ
πλείονα διδόασιν: οἱ καλοὶ δὲ αὐτὸ μόνον καλοὶ θέλουσιν
εἶναι. καὶ σοὶ δὲ μελέτω ἀεὶ τοῦ πλείονος, εἰ θέλεις
ἐν βραχεῖ λέγειν ἁπάσας ἐνδειξάσας σε τῷ δακτύλῳ, Οὐχ
ὁρᾷς τὴν Κόρινναν τὴν τῆς Κρωβύλης θυγατέρα ὡς
ὑπερπλουτεῖ καὶ τρισευδαίμονα πεποίηκε τὴν μητέρα; τί
φής; ποιήσεις ταῦτα; ποιήσεις, οἶδα ἐγώ, καὶ προέξεις
[p. 248]
ἁπασῶν ῥᾳδίως. νῦν δ᾽ ἄπιθι λουσομένη, εἰ ἀφίκοιτο καὶ
τήμερον τὸ μειράκιον ὁ Εὔκριτος: ὑπισχνεῖτο γάρ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.