Κλωνάριον
καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα,
τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ
ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδ᾽ ὅ τι ποιούσας μετ᾽ ἀλλήλων.
τί τοῦτο; ἠρυθρίασας; ἀλλ᾽ εἰπὲ εἰ ἀληθῆ ταῦτά ἐστιν.
Λέαινα
ἀληθῆ, ὦ Κλωνάριον: αἰσχύνομαι δέ, ἀλλόκοτον γάρ τί ἐστι.
Κλωνάριον
πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί
βούλεται ἡ γυνή; τί δὲ καὶ πράττετε, ὅταν συνῆτε; ὁρᾷς;
οὐ φιλεῖς με: οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
Λέαινα
φιλῶ μέν σε, εἰ καί τινα ἄλλην. ἡ γυνὴ δὲ
δεινῶς ἀνδρική ἐστιν.
Κλωνάριον
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.