previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ὅμως ᾔδεις τὸν Ἑρμότιμον;

Μέλιττα
ἀλλά με ἴδοις, Βακχί, ἀθλιώτερον διάγουσαν νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλ᾽ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος εὐθὺς ᾄσαντος ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ: ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην: δ᾽ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.

Βάκχις
τῶν περιέργων νεανίσκων. συνίημι γάρ. λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον ὄντα εἰδώς: δὲ αὐτίκα ἐπίστευσεν. εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι. ἄπειρός ἐστι καὶ παῖς ἔτι.

Μέλιττα
ποῦ δ᾽ ἂν ἴδοις ἐκεῖνον, ὃς ἐγκλεισάμενος ἑαυτὸν σύνεστι τῇ Σιμίχῃ; οἱ γονεῖς δὲ ἔτι παρ᾽ ἐμοὶ ζητοῦσιν λυξιαν. ιιι. 16 [p. 242] αὐτόν. ἀλλ᾽ εἴ τινα εὕροιμι, Βακχί, γραῦν, ὡς [p. 288] ἔφην: ἀποσώσειε γὰρ ἂν φανεῖσα.

Βάκχις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: