previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] φιλοτιμότερον μέν, θύγατερ: οὐδὲ φροντίζειν γὰρ ἐχρῆν: λέγε δ᾽ ὅμως τὰ μετὰ ταῦτα.

Φίλιννα
οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρι δὴ καμοῦσα ἐπαυσάμην.

μήτηρ
τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.

Φίλιννα
ἀντιλυπεῖν ἐβουλόμην αὐτόν. [p. 240]

μήτηρ
εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμησαι ὅσα παρ᾽ αὐτοῦ ἐλάβομεν οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν Ἀφροδίτη ἔπεμψε; [p. 286]

Φίλιννα
τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ᾽ αὐτοῦ;

μήτηρ
Ὀργίζου μέν, μη ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: