μήτηρ
Ἐμάνης, ὦ Φίλιννα, ἢ τί ἔπαθες ἐν τῷ
ξυμποσίῳ χθές; ἧκε γὰρ παρ᾽ ἐμὲ Δίφιλος ἕωθεν δακρύων
καὶ διηγήσατό μοι ἃ ἔπαθεν ὑπὸ σοῦ: μεμεθύσθαι
γάρ σε καὶ ἐς τὸ μέσον ἀναστᾶσαν ὀρχήσασθαι αὐτοῦ
διακωλύοντος καὶ μετὰ ταῦτα φιλῆσαι Λαμπρίαν τὸν
ἑταῖρον αὐτοῦ, καὶ ἐπεὶ ἐχαλέπηνέ σοι, καταλιποῦσαν
αὐτὸν ἀπελθεῖν πρὸς τὸν Λαμπρίαν καὶ περιβαλεῖν ἐκεῖνον,
ἑαυτὸν δὲ ἀποπνίγεσθαι τούτων γιγνομένων. ἀλλ᾽
οὐδὲ τῆς νυκτός, οἶμαι, συνεκάθευδες μετ᾽ αὐτοῦ, καταλιποῦσα
δὲ δακρύοντα μόνη ἐπὶ τοῦ πλησίον σκίμποδος
κατέκεισο ᾄδουσα καὶ λυποῦσα ἐκεῖνον.
Φίλιννα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.