[4]
ἀλλὰ ἐκεῖνο οὐ λέγεις, οἵῳ ὄντι συγκαθεύδεις
αὐτῷ; ἔτη μὲν ὑπὲρ τὰ πεντήκοντα πάντως, ἀναφαλαντίας
καὶ τὴν χρόαν οἷος κάραβος. οὐδὲ τοὺς ὀδόντας
αὐτοῦ ὁρᾷς; αἱ μὲν γὰρ χάριτες, ὦ Διοσκόρω, πολλαί,
καὶ μάλιστα ὁπόταν ᾄδῃ καὶ ἁβρὸς εἶναι θέλῃ, ὄνος
αὐτολυρίζων, φασίν. ἀλλὰ ὄναιο αὐτοῦ ἀξία γε οὖσα καὶ
γένοιτο ὑμῖν παιδίον ὅμοιον τῷ πατρί, ἐγὼ δὲ καὶ αὐτὸς
εὑρήσω Δελφίδα ἢ Κυμβάλιόν τινα τῶν κατ᾽ ἐμὲ ἢ τὴν
γείτονα ὑμῶν τὴν αὐλητρίδα ἢ πάντως τινά. δάπιδας δὲ
καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν. [p. 322]
Μυρτάλη
ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων,
ἕξει: κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυρόν,
ὅταν ἐκ Γυθίου καταπλέῃς.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.