[6]
τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα,
ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο, ἄπιθι δ᾽ οὖν καὶ
πεῖσον αὐτὴν συγκαθευδήσουσαν.
Χηνίδας
λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ δόξαι βουλόμενος;
Λεόντιχος
αἰσχρόν, ὦ Χηνίδα. [p. 319]
Χηνίδας
καὶ μὴν οὐκ ἄν ἄλλως ἀφίκοιτο. ἑλοῦ τοίνυν
θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν
μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.
Λεόντιχος
χαλεπὰ μὲν ἄμφω: αἱροῦμαι δ᾽ ὅμως τὴν
Ὑμνίδα. ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.