previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] ἄπαγε, Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι συγκοιμηθείη. ἔγωγε οὖν ἄπειμι.

Λεόντιχος
διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.

Ὑμνίς
οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.

Λεόντιχος
μὴ δέδιθι, Ὑμνί: ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.

Ὑμνίς
ἀλλ᾽ ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ [p. 266] σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτ᾽ ἐγὼ τοιοῦτον ἄνδρα περιβαλῶ καὶ φιλήσω; μή, Χάριτες, γένοιτο: οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.

Λεόντιχος
καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.

Ὑμνίς
ἀκούουσα μόνον, Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ θεασαίμην καὶ κειμένους τοὺς νεκρούς; ἐκθανεῖν [p. 318] γάρ μοι δοκῶ, οὐδ᾽ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.

Λεόντιχος
οὕτως ἀγεννής, Ὑμνί, καὶ μικρόψυχος εἶ; ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.

Ὑμνίς
ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας Δαναΐδας εὕροις: ἐγὼ δ᾽ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν. ἕπου καὶ σύ, Γραμμί: σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.

Λεόντιχος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: