previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἀλλ᾽ ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυσος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρ᾽ ἡμῶν καὶ παρὰ τῶν βαρβάρων: ἐγνώρισαν γὰρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου. εἰπέ, Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;

Χηνίδας
τίνι δὲ ἄλλῳ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως; οὕτως ἔπρεπέ μέν σοι κόρυς, φοινικὶς [p. 317] δὲ ἐπήνθει καὶ πέλτη ἐμάρμαιρεν.

Λεόντιχος
ἐπεὶ δὲ συνέστημεν, βάρβαρος πρότερος τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαύσας τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον. εἶτ᾽ ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίσων λελουμένος τῷ φόνῳ.

Ὑμνίς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: