[5]
Πυθιὰς ὁ ἐν χρῷ κεκαρμένος; εἶτα δι᾽ ἕκτης
ἡμέρας ἀνεκόμησε τοσαύτην κόμην;
Ἰόεσσα
ἀπὸ τῆς νόσου ἐξυρήσατο, ὦ Λυσία: ὑπέρρεον
γὰρ αὐτῇ αἱ τρίχες. νῦν δὲ καὶ τὴν πηνήκην ἐπέθετο.
δεῖξον, ὦ Πυθιάς, δεῖξον οὕτως ὄν, πεῖσον αὐτόν.
ἰδοὺ τὸ μειράκιον ὁ μοιχὸς ὃν ἐζηλοτύπεις.
Λυσ´ιας
οὐκ ἐχρῆν οὖν, ὦ Ἰόεσσα, καὶ ταῦτα ἐρωντα
ἐφαψάμενον αὐτόν;
Ἰόεσσα
οὐκοῦν σὺ μὲν ἤδη πέπεισαι: βούλει δὲ [p. 315]
ἀντιλυπήσω σε καὶ αὐτή; ὀργίζομαι γὰρ δικαίως ἐν τῷ μέρει.
Λυσ´ιας
μηδαμῶς, ἀλλὰ πίνωμεν ἤδη, καὶ Πυθιὰς
μεθ᾽ ἡμῶν: ἄξιον γὰρ αὐτὴν παρεῖναι ταῖς σπονδαῖς.
Ἰόεσσα
παρέσται. οἷα πέπονθα διὰ σέ, ὦ γενναιότατε
νεανίσκων Πυθίας.
Πυθίας
ἀλλὰ καὶ διήλλαξα ὑμᾶς ὁ αὐτός, ὥστε μή
[p. 264]
μοι χαλέπαινε. πλὴν τὸ δεῖνα, ὅρα, ὦ Λυσία, μή τινι
εἴπῃς τὸ περὶ τῆς κόμης.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.