previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς; τί σε μέγα μικρὸν ἠδίκησα, ἐλύπησα ἐγώ; τίνα ἕτερον εἶδον; οὐ πρὸς μόνον σὲ ζῶ; οὐ μέγα, Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν μεμηνὸς ἐπὶ σοί; ἔστι τις θεὸς Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ: σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦσαν, ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς μηκέτ᾽ ἐνοχλοίην βλεπομένη. πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος. τί με ὑποβλέπεις καὶ πρίῃ τοὺς ὀδόντας; εἰ γάρ τι ἐγκαλεῖς, εἰπε, Πυθιὰς ἡμῖν αὕτη δικασάτω. τί τοῦτο; οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με; ὁρᾷς, Πυθιάς, οἷα πάσχω ὑπὸ Λυσίου;

Πυθίας
τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δακρυούσης: λίθος, οὐκ ἄνθρωπός ἐστι. πλὴν ἀλλ᾽ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, Ἰόεσσα, διέφθειρας αὐτὸν [p. 262] ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα. ἐχρῆν δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν: ὑπερόπται γὰρ αἰσθανόμενοι γίγνονται παὖ, τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ [p. 313] δὶς ἀπόκλεισον ἐλθόντα: ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμηνότα ἀληθῶς.

Ἰόεσσα
ἀλλὰ μηδ᾽ εἴπῃς, ἄπαγε. ἀποκλείσω Λυσίαν; εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας.

Πυθίας
ἀλλ᾽ ἐπανέρχεται αὖθις.

Ἰόεσσα
ἀπολώλεκας ἡμᾶς, Πυθιάς: ἠκρόαταί σου ἴσωςἀπόκλεισονλεγούσης.

Λυσ´ιας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: