previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει: τὰ δὲ ἄλλα φενάκη βαθεῖα. περὶ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βίασαί ποτε καὶ γυμνὴν ἰδεῖν.

Χαρμίδης
οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.

Τρύφαινα
εἰκότως: ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς αὐτῆς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν. ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; [p. 310] που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;

Χαρμίδης
ναί, Τρύφαινα, καίτοι τοσαῦτα παρ᾽ ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ᾽ ὧν λυπῆσαι καὶ αὐτὸς θέλων αὐτὴν σὲ παρείληφα.

Τρύφαινα
μὰ τὴν Ἀφροδίτην οὐκ ἄν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι 17%2 [p. 260] ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλ᾽ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἀλεκτρυών.

Χαρμίδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: