previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τρύφαινα
ἑταίραν δέ τις παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων; ἀλλ᾽ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας: ἔκλαες γὰρ καὶ παρὰ τὸ δεῖπνον, ἑώρων γάρ: καὶ νῦν δὲ οὐ διαλέλοιπας ἀνολολύζων ὥς2περ βρέφος. ταῦτα οὖν, Χαρμίδη, τίνος ἕνεκα ποιεῖς; μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνήσασα μετὰ σοῦ.

Χαρμίδης
ἔρως με ἀπόλλυσιν, Τρύφαινα, καὶ οὐκέτ᾽ ἀντέχω πρὸς τὸ δεινόν.

Τρύφαινα
ἀλλ᾽ ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον: οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλουσαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου. τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ: τάχα [p. 309] γὰρ ἄν τι καὶ συντελέσαιμι πρὸ τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι.

Χαρμίδης
καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη σέ: οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν.

Τρύφαινα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: