previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] Φέρ᾽ ἴδωμεν: τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος. λέγει δέπῶς μὲν ἐφίλησά σε, Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας.’

Δροσίς
αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.

Χελιδόνιον
καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ᾽ ἀνάγκη ἀφίσταμαί σου: πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν αὐτῷ, κἀκεῖνοςἔμαθε γὰρ τὰ καθ᾽ ἡμᾶς [p. 307] ἅπανταπάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα: πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.’

Δροσίς
μὴ ὥρασιν ἵκοιτο λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον. [p. 257]

Χελιδόνιον
"Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ: παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάττων, καὶ ὅλως οὐδὲ προς2βλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ: εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον. ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν. σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου."

Δροσίς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: