previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν; [p. 256]

Δροσίς
οὐκ οἶδα, Χελιδόνιον. ἀλλὰ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ᾽ οὗ γυναικὶ ὁμιλεῖν ἤρξατοπρῶτον δὲ ὡμίλησέ μοιτριῶν τούτων ἑξῆς ἡμερῶν [p. 306] οὐδὲ προσῆλθε τῷ στενωπῷ: ἐπεὶ δὲ ἠνιώμηνοὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ᾽ αὐτῷἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἐν ἀγορᾷ διατρίβοντα ἐν Ποικίλῃ: δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτ᾽ ἐβάδιζον ἅμα ἐς τὴν πόλιν: δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ᾽ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι τι μοι πέπονθεν μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησέ τι αὐτόν, ἔλεγον, τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλ᾽ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκεν Δρόμων τὸ γραμμάτιον τουτὶ παρ᾽ αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, Χελιδόνιον: οἶσθα γὰρ δή που γράμματα.

Χελιδόνιον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: