Ἥφαιστος
ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος
τὸ ἄρτι τεχθέν; ὡς καλόν τέ ἐστι καὶ προσμειδιᾷ
πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον.
Ἀπόλλων
ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν,
ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
Ἥφαιστος
καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
Ἀπόλλων
ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν,
ἢ τὸν Ἄρη: καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ
κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
Ἥφαιστος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.