Ἥρα
τὸν Ἰξίονα τοῦτον, ὦ Ζεῦ, ποῖόν τινα τὸν
τρόπον ἡγῇ;
Ζεύς
ἄνθρωπον εἶναι χρηστόν, ὦ Ἥρα, καὶ συμποτικόν:
οὐ γὰρ ἂν συνῆν ἡμῖν ἀνάξιος τοῦ συμποσίου ὤν.
Ἥρα
ἀλλὰ ἀνάξιός ἐστιν, ὑβριστής γε ὤν: ὥστε
μηκέτι συνέστω.
Ζεύς
τί δαὶ ὕβρισε; χρὴ γάρ, οἶμαι, κἀμὲ εἰδέναι.
Ἥρα
τί δ᾽ ἄλλο; — καίτοι αἰσχύνομαι εἰπεῖν αὐτό:
τοιοῦτόν ἐστιν ὃ ἐτόλμησε.
Ζεύς
καὶ μὴν διὰ τοῦτο καὶ μᾶλλον εἴποις ἄν,
ὅσῳ καὶ αἰσχροῖς ἐπεχείρησε. μῶν οὖν ἐπείρα τινά; συνίημι
γὰρ ὁποῖόν τι τὸ αἰσχρόν, ὅπερ ἂν σὺ ὀκνήσειας εἰπεῖν.
[p. 81]
Ἥρα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.