[5]
νῦν καὶ χωλός, ὦ Ζεῦ, ὁ Ἥφαιστος καὶ οἱ
δάκτυλοι αὐτοῦ ἀνάξιοι τῆς σῆς κύλικος καὶ ἀσβόλου μεστός
ἐστι, καὶ ναυτιᾷς ὁρῶν αὐτόν, ἐξ ὅτου τὸν καλὸν
κομήτην τοῦτον ἡ Ἴδη ἀνέθρεψε: πάλαι δὲ οὐχ ἑώρας
ταῦτα, οὐδ᾽ οἱ σπινθῆρες οὐδὲ ἡ κάμινος ἀπέτρεπόν σε
μὴ οὐχὶ πίνειν παρ᾽ αὐτοῦ.
Ζεύς
λυπεῖς, ὦ Ἥρα, σεαυτήν, οὐδὲν ἄλλο, κἀμοὶ
ἐπιτείνεις τὸν ἔρωτα ζηλοτυποῦσα: εἰ δὲ ἄχθῃ παρὰ
παιδὸς ὡραίου δεχομένη τὸ ἔκπωμα, σοὶ μὲν ὁ υἱὸς οἰνοχοείτω,
σὺ δέ, ὦ Γανύμηδες, ἐμοὶ μόνῳ ἀναδίδου τὴν
κύλικα καὶ ἐφ᾽ ἑκάστῃ δὶς φίλει με καὶ ὅτε πλήρη ὀρέγοις
κᾆτα αὖθις ὁπότε παρ᾽ ἐμοῦ ἀπολαμβάνοις. τί τοῦτο;
δακρύεις; μὴ δέδιθι: οἰμώξεται γάρ, ἤν τίς σε λυπεῖν θέλῃ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.