[3]
καὶ τί δεινόν, ὦ Ἥρα, μειράκιον οὕτω
καλὸν μεταξὺ πίνοντα καταφιλεῖν καὶ ἥδεσθαι ἀμφοῖν
καὶ τῷ φιλήματι καὶ τῷ νέκταρι; ἢν γοῦν ἐπιτρέψω αὐτῷ
κἂν ἅπαξ φιλῆσαί σε, οὐκέτι μέμψῃ μοι προτιμότερον
τοῦ νέκταρος οἰομένῳ τὸ φίλημα εἶναι.
Ἥρα
Παιδεραστῶν οὗτοι λόγοι. ἐγὼ δὲ μὴ οὕτω
μανείην, ὡς τὰ χείλη προσενεγκεῖν τῷ μαλθακῷ τούτῳ
Φρυγὶ οὕτως ἐκτεθηλυμένῳ.
Ζεύς
μή μοι λοιδοροῦ, ὦ γενναιοτάτη, τοῖς παιδικοῖς:
οὑτοσὶ γὰρ ὁ θηλυδρίας, ὁ βάρβαρος, ὁ μαλθακός
ἡδίων ἐμοὶ καὶ ποθεινότερος — οὐ βούλομαι δὲ εἰπεῖν,
μή σε παροξύνω ἐπὶ πλέον.
Ἥρα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.