Ζεύς
ἄγε, ὦ Γανύμηδες — ἥκομεν γὰρ ἔνθα
ἐχρῆν — φίλησόν με ἤδη, ὅπως εἰδῇς οὐκέτι ῥάμφος ἀγκύλον
ἔχοντα οὐδ᾽ ὄνυχας ὀξεῖς οὐδὲ πτερά, οἷος ἐφαινόμην
σοι πτηνὸς εἶναι δοκῶν.
Γανυμήδης
ἄνθρωπε, οὐκ αἰετὸς ἄρτι ἦσθα καὶ καταπτάμενος
ἥρπασάς με ἀπὸ μέσου τοῦ ποιμνίου; πῶς οὖν
τὰ μὲν πτερά σοι ἐκεῖνα ἐξερρύηκε, σὺ δὲ ἄλλος ἤδη ἀναπέφηνας;
Ζεύς
ἀλλ᾽ οὔτε ἄνθρωπον ὁρᾷς, ὦ μειράκιον,
οὔτε αἰετόν, ὁ δὲ πάντων βασιλεὺς τῶν θεῶν οὗτός εἰμι
πρὸς τὸν καιρὸν ἀλλάξας ἐμαυτόν.
Γανυμήδης
τί φής; σὺ γὰρ εἶ ὁ Πὰν ἐκεῖνος; εἶτα πῶς
σύριγγα οὐκ ἔχεις οὐδὲ κέρατα οὐδὲ λάσιος εἶ τὰ σκέλη;
Ζεύς
μόνον γὰρ ἐκεῖνον ἡγῇ θεόν;
Γανυμήδης
ναί: καὶ θύομέν γε αὐτῷ ἔνορχιν τράγον ἐπὶ
τὸ σπήλαιον ἄγοντες, ἔνθα ἕστηκε: σὺ δὲ ἀνδραποδιστής
τις εἶναί μοι δοκεῖς.
Ζεύς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.