[2]
εὖ γε ἐκείνη ποιοῦσα. ὁ μέντοι Πρίαπος,
γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος,
ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός
με καὶ ξενίσας παρ᾽ αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ
συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ᾽ αὐτάς που μέσας
νύκτας ἐπαναστὰς ὁ γενναῖος — αἰδοῦμαι δὲ λέγειν
Ἀπόλλων
ἐπείρα σε, Διόνυσε;
Διόνυσος
τοιοῦτόν ἐστι.
Ἀπόλλων
σὺ δὲ τί πρὸς ταῦτα;
Διόνυσος
τί γὰρ ἄλλο ἢ ἐγέλασα;
Ἀπόλλων
εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως: συγγνωστὸς
γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.
Διόνυσος
τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον,
ἀγάγοι τὴν πεῖραν: καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ
νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
Ἀπόλλων
ἀλλ᾽ οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε: ἔχω γὰρ
μετὰ τῆς κόμης καὶ τόξα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.