previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πάν, Ἑρμῆς.

Πάν
χαῖρε, πάτερ Ερμῆ.

Ἑρμῆς
καὶ σύ γε. ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ;

Πάν
οὐχ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις;

Ἑρμῆς
καὶ μάλα. πῶς οὖν υἱὸς ἐμὸς εἶ;

Πάν
Μοιχίδιός εἰμι, ἐξαίρετός σοι γενόμενος.

Ἑρμῆς
νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα: ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς;

Πάν
ὁπόσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναίτιος. [p. 110]

Ἑρμῆς
τίνα δὲ καὶ φής σου μητέρα; που ἔλαθον αἶγα μοιχεύσας ἔγωγε;

Πάν
οὐκ αἶγα ἐμοίχευσας, ἀλλ᾽ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω. τί δακὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς; τὴν Ἰκαρίου λέγω Πηνελόπην.

Ἑρμῆς
εἶτα τί παθοῦσα ἐκείνη ἀντ᾽ ἐμοῦ τράγῳ σε ὅμοιον ἔτεκεν;

Πάν
[2] αὐτῆς ἐκείνης λόγον σοι ἐρῶ: ὅτε γάρ με ἐξέπεμπεν ἐπὶ τὴν Ἀρκαδίαν, παῖ, μήτηρ μέν σοι, ἔφη, ἐγώ εἰμι, Πηνελόπη Σπαρτιᾶτις, τὸν πατέρα δὲ γίνωσκε θεὸν ἔχων Ἑρμῆν Μαίας καὶ Διός. εἰ δὲ κερασφόρος καὶ τραγοσκελὴς εἶ, μὴ λυπείτω σε: ὁπότε γάρ μοι συνῄει πατὴρ σός, τράγῳ ἑαυτὸν ἀπείκασεν, ὡς λάθοι, καὶ διὰ τοῦτο ὅμοιος ἀπέβης τῷ τράγῳ.

Ἑρμῆς
νὴ Δία, μέμνημαι ποιήσας τοιοῦτόν τι. ἐγὼ οὖν ἐπὶ κάλλει μέγα φρονῶν, ἔτι ἀγένειος αὐτὸς ὢν σὸς πατὴρ κεκλήσομαι καὶ γέλωτα ὀφλήσω παρὰ πᾶσιν ἐπὶ τῇ εὐπαιδίᾳ;

Πάν
[3] καὶ μὴν οὐ καταισχυνῶ σε, πάτερ: μουσικός τε γάρ εἰμι καὶ συρίζω πάνυ καπυρόν, καὶ Διόνυσος οὐδὲν ἐμοῦ ἄνευ ποιεῖν δύναται, ἀλλὰ ἑταῖρον καὶ θιασώτην πεποίηταί με, καὶ ἡγοῦμαι αὐτῷ τοῦ χοροῦ: καὶ τὰ ποίμνια δὲ εἰ θεάσαιό μου, ὁπόσα περὶ Τεγέαν καὶ ἀνὰ τὸ Παρθένιον ἔχω, πάνυ ἡσθήσῃ: ἄρχω δὲ καὶ τῆς Ἀρκαδίας ἁπάσης: πρῴην δὲ καὶ Ἀθηναίοις συμμαχήσας οὕτως ἠρίστευσα Μαραθῶνι, ὥστε καὶ ἀριστεῖον ᾑρέθη μοι, τὸ ὑπὸ τῇ ἀκροπόλει σπήλαιον. ἢν γοῦν ἐς Ἀθήνας ἔλθῃς, εἴσῃ ὅσον ἐκεῖ τοῦ Πανὸς ὄνομα.

Ἑρμῆς
[4] εἰπὲ δέ μοι, γεγάμηκας, Πάν, ἤδη; τοῦτο γάρ, οἶμαι, καλοῦσί σε. [p. 111]

Πάν
οὐδαμῶς, πάτερ: ἐρωτικὸς γάρ εἰμι καὶ οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ.

Ἑρμῆς
ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς.

Πάν
σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ Πίτυϊ σύνειμι καὶ ἀπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν.

Ἑρμῆς
οἶσθα οὖν, τέκνον, τι χαρίσῃ τὸ πρῶτον αἰτοῦντί μοι;

Πάν
πρόσταττε, πάτερ: ἡμεῖς μὲν ἴδωμεν ταῦτα.

Ἑρμῆς
καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ: πατέρα δὲ ὅρα μὴ καλέσῃς με ἄλλου ἀκούοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: