[2]
εἰκότως: οὐ γὰρ φέρουσιν, ὦ Ζεῦ, θνηταὶ
οὖσαι τὴν σὴν πρόσοψιν.
Ζεύς
πῶς οὖν τὸν Ἀπόλλω ὁ Βράγχος καὶ ὁ Ὑάκινθος φιλοῦσιν;
Ἔρως
ἀλλὰ ἡ Δάφνη κἀκεῖνον ἔφευγε καίτοι κομήτην
καὶ ἀγένειον ὄντα. εἰ δ᾽ ἐθέλεις ἐπέραστος εἶναι,
μὴ ἐπίσειε τὴν αἰγίδα μηδὲ τὸν κεραυνὸν φέρε, ἀλλ᾽ ὡς
ἥδιστον ποίει σεαυτὸν ἑκατέρωθεν καθειμένος βοστρύχους,
τῇ μίτρᾳ τούτους ἀνειλημμένος, πορφυρίδα ἔχε,
ὑποδέου χρυσίδας, ὑπ᾽ αὐλῷ καὶ τυμπάνοις εὔρυθμα
βαῖνε, καὶ ὄψει ὅτι πλείους ἀκολουθήσουσί σοι τῶν Διονύσου Μαινάδων.
Ζεύς
ἄπαγε: οὐκ ἂν δεξαίμην ἐπέραστος εἶναι
τοιοῦτος γενόμενος.
Ἔρως
οὐκοῦν, ὦ Ζεῦ, μηδὲ ἐρᾶν θέλε: ῥᾴδιον γὰρ τοῦτό γε.
Ζεύς
οὔκ, ἀλλὰ ἐρᾶν μέν, ἀπραγμονέστερον δὲ
αὐτῶν ἐπιτυγχάνειν: ἐπὶ τούτοις αὐτοῖς ἀφίημί σε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.