previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ἀλλὰ τὴν μὲν Ἀθηνᾶν δέδιας, ὡς φής, καὶ τὴν Γοργόνα, καὶ ταῦτα μὴ φοβηθεὶς τὸν κεραυνὸν τοῦ Διός. αἱ δὲ Μοῦσαι διὰ τί σοι ἄτρωτοι καὶ ἔξω βελῶν εἰσιν; κἀκεῖναι λόφους ἐπισείουσι καὶ Γοργόνας προφαίνουσιν;

Ἔρως
αἰδοῦμαι αὐτάς, μῆτερ: σεμναὶ γάρ εἰσι καὶ ἀεί τι φροντίζουσι καὶ περὶ ᾠδὴν ἔχουσι καὶ ἐγὼ παρίσταμαι πολλάκις αὐταῖς κηλούμενος ὑπὸ τοῦ μέλους.

Ἀφροδίτη
ἔα καὶ ταύτας, ὅτι σεμναί: τὴν δὲ Ἄρτεμιν τίνος ἕνεκα οὐ τιτρώσκεις;

Ἔρως
τὸ μὲν ὅλον οὐδὲ καταλαβεῖν αὐτὴν οἷόν τε φεύγουσαν ἀεὶ διὰ τῶν ὀρῶν: εἶτα καὶ ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ.

Ἀφροδίτη
τίνος, τέκνον;

Ἔρως
θήρας καὶ ἐλάφων καὶ νεβρῶν, αἱρεῖν τε διώκουσα καὶ κατατοξεύειν, καὶ ὅλως πρὸς τῷ τοιούτῳ ἐστίν: ἐπεὶ τόν γε ἀδελφὸν αὐτῆς, καίτοι τοξότην καὶ αὐτὸν ὄντα καὶ ἑκηβόλον

Ἀφροδίτη
οἶδα, τέκνον, πολλὰ ἐκεῖνον ἐτόξευσας. [p. 100]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: