[2]
τί οὖν; ἀπέλυσεν αὐτοὺς ὁ Ἥφαιστος;
Ἑρμῆς
οὐδέπω, ἀλλὰ ξυγκαλέσας τοὺς θεοὺς ἐπιδείκνυται
τὴν μοιχείαν αὐτοῖς: οἱ δὲ γυμνοὶ ἀμφότεροι
κάτω νενευκότες ξυνδεδεμένοι ἐρυθριῶσι, καὶ τὸ θέαμα
ἥδιστον ἐμοὶ ἔδοξε μονονουχὶ αὐτὸ γινόμενον τὸ ἔργον.
Ἀπόλλων
ὁ δὲ χαλκεὺς ἐκεῖνος οὐκ αἰδεῖται καὶ αὐτὸς
ἐπιδεικνύμενος τὴν αἰσχύνην τοῦ γάμου;
Ἑρμῆς
μὰ Δί᾽, ὅς γε καὶ ἐπιγελᾷ ἐφεστὼς αὐτοῖς.
[p. 97]
ἐγὼ μέντοι, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐφθόνουν τῷ Ἄρει
μὴ μόνον μοιχεύσαντι τὴν καλλίστην θεόν, ἀλλὰ καὶ δεδεμένῳ μετ᾽ αὐτῆς.
Ἀπόλλων
οὐκοῦν καὶ δεδέσθαι ἂν ὑπέμεινας ἐπὶ τούτῳ;
Ἑρμῆς
σὺ δ᾽ οὐκ ἄν, ὦ Ἄπολλον; ἰδὲ μόνον ἐπελθών:
ἐπαινέσομαι γάρ σε, ἤν μὴ τὰ ὅμοια καὶ αὐτὸς εὔξῃ ἰδών.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.