[5]
ὁ σοφός; ἁπάντων ἐκεῖνος κολάκων ἐπιτριπτότατος
[p. 162]
ὤν. ἐμὲ μόνον ἔασον τὰ Ἀριστοτέλους εἰδέναι,
ὅσα μὲν ᾔτησε παρ᾽ ἐμοῦ, οἷα δὲ ἐπέστελλεν, ὡς δὲ
κατεχρῆτό μου τῇ περὶ παιδείαν φιλοτιμίᾳ θωπεύων καὶ
ἐπαινῶν ἄρτι μὲν πρὸς τὸ κάλλος, ὡς καὶ τοῦτο μέρος
ὂν τἀγαθοῦ, ἄρτι δὲ ἐς τὰς πράξεις καὶ τὸν πλοῦτον. καὶ
γὰρ αὖ καὶ τοῦτο ἀγαθὸν ἡγεῖτο εἶναι, ὡς μὴ αἰσχύνοιτο
καὶ αὑτὸς λαμβάνων: γόης, ὦ Διόγενες, ἄνθρωπος καὶ
τεχνίτης. πλὴν ἀλλὰ τοῦτό γε ἀπολέλαυκα αὐτοῦ τῆς σοφίας,
τὸ λυπεῖσθαι ὡς ἐπὶ μεγίστοις ἀγαθοῖς ἐκείνοις.
ἃ κατηριθμήσω μικρῷ γε ἔμπροσθεν.
Διογένης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.