[14]
ἀτὰρ εἰπέ μοι, μία τις ὁδός
ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα, ἡ τῶν Στωϊκῶν ὑμῶν,
ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ ἄλλοι πολλοί τινές εἰσιν;
Ἑρμότιμος
μάλα πολλοί, Περιπατητικοὶ καὶ Ἐπικούρειοι
καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους
ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους.
Λυκῖνος
ἀληθῆ ταῦτα: πολλοὶ γάρ εἰσι. πότερον δή,
ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα;
Ἑρμότιμος
καὶ πάνυ διάφορα.
Λυκῖνος
τὸ δέ γε ἀληθές, οἶμαι, πάντως που ἓν ἦν
αὐτῶν, ἀλλ᾽ οὐ πάντα διάφορά γε ὄντα.
Ἑρμότιμος
πάνυ μὲν οὖν.
Λυκῖνος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.