previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] μακρὸν ἂν εἴη διηγήσασθαι, ὅπως μὲν ἥσθη
Σόλων τῷ δώρῳ, οἷα δὲ εἶπεν, ὡς δὲ τὸ λοιπὸν συνῆσαν,
μὲν παιδεύων καὶ διδάσκων τὰ κάλλιστα, Σόλων, καὶ
φίλον ἅπασι ποιῶν τὸν Ἀνάχαρσιν καὶ προσάγων τοῖς
Ελλήνων καλοῖς καὶ πάντα τρόπον ἐπιμελούμενος, ὅπως
ἥδιστα διατρίψῃ ἐν τῇ Ἑλλάδι, δὲ τεθηπὼς τὴν σοφίαν
αὐτοῦ καὶ μηδὲ τὸν ἕτερον πόδα ἑκὼν εἶναι ἀπολειπόμενος.
ὡς γοῦν ὑπέσχετο αὐτῷ τόξαρις, ἐξ ἑνὸς ἀνδρὸς
τοῦ Σόλωνος ἅπαντα ἔγνω ἐν ἀκαρεῖ καὶ πᾶσιν ἦν γνώριμος
καὶ ἐτιμᾶτο δι᾽ ἐκεῖνον: οὐ γὰρ μικρὸν ἦν Σόλων
ἐπαινῶν, ἀλλ᾽ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπεί
θοντο καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον
ἀρίστους ἄνδρας εἶναι. τὰ τελευταῖα καὶ ἐμυήθη μόνος
βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος, εἰ χρὴ
Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι περὶ αὐτοῦ: καὶ
οὐκ ἂν οὐδὲ ἀνέστρεψεν, οἶμαι, ἐς Σκύθας, εἰ μὴ Σόλων
ἀπέθανε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: