previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] Σκύθης δέ
ἐστι τῶν παρ᾽ ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα
ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος
τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ,
ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο [p. 408]
τοῖς ἀρίστοις: τοῦτο δ᾽ ἦν σοὶ προσαγαγεῖν αὐτόν. εἰ
τοίνυν ἐγὼ Σόλωνα οἶδα, οὕτω ποιήσεις καὶ προξενήσεις
αὐτοῦ καὶ πολίτην γνήσιον ἀποφανεῖς τῆς Ἑλλάδος. καὶ
ὅπερ σοι ἔφην μικρὸν ἔμπροσθεν, Ἀνάχαρσι, πάντα
ἑώρακας ἤδη Σόλωνα ἰδών, τοῦτο αἱ Ἀθῆναι, τοῦτο
Ἑλλάς: οὐκέτι ξένος σύ γε, πάντες σε ἴσασι, πάντες σε
φιλοῦσι. τηλικοῦτόν ἐστι τὸ κατὰ τὸν πρεσβύτην τοῦτον.
ἁπάντων ἐπιλήσῃ τῶν ἐν Σκυθίᾳ συνὼν αὐτῷ: ἔχεις τῆς
ἀποδημίας τὰ ἆθλα, τοῦ ἔρωτος τὸ τέλος: οὗτός σοι
Ελληνικὸς κανών, τοῦτο δεῖγμα τῆς φιλοσοφίας τῆς Ἀττικῆς.
οὕτω τοίνυν γίγνωσκε ὡς εὐδαιμονέστατος ὤν, ὃς
συνέσῃ Σόλωνι καὶ φίλῳ χρήσῃ αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: