previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἀλλὰ γὰρ οὗπερ ἕνεκα ἐμνήσθην αὐτοῦ, ἔζη μὲν ἔτι
Τόξαρις, Ἀνάχαρσις δὲ ἄρτι καταπεπλευκὼς ἀνῄει ἐκ
Πειραιῶς, οἷα δὴ ξένος καὶ βάρβαρος οὐ μετρίως τεταραγμένος
ἔτι τὴν γνώμην, πάντα ἀγνοῶν, ψοφοδεὴς πρὸς
τὰ πολλά, οὐκ ἔχων τι χρήσαιτο ἑαυτῷ: καὶ γὰρ συνίει
καταγελώμενος ὑπὸ τῶν ὁρώντων ἐπὶ τῇ σκευῇ, καὶ ὁμόγλωσσον
οὐδένα εὕρισκε, καὶ ὅλως μετέμελεν αὐτῷ ἤδη
τῆς ὁδοῦ, καὶ ἐδέδοκτο ἰδόντα μόνον τὰς Ἀθήνας ἐπὶ
πόδα εὐθὺς ὀπίσω χωρεῖν καὶ πλοίῳ ἐπιβάντα πλεῖν αὖθις
ἐπὶ Βοσπόρου, ὅθεν οὐ πολλὴ ἔμελλεν αὐτῷ ὁδὸς ἔσεσθαι
οἴκαδε ἐς Σκύθας. οὕτως ἔχοντι τῷ Ἀναχάρσιδι ἐντυγχάνει
δαίμων τις ἀγαθὸς ὡς ἀληθῶς Τόξαρις ἤδη ἐν τῷ
Κεραμεικῷ: καὶ τὸ μὲν πρῶτον στολὴ αὐτὸν ἐπεσπάσατο
πατριῶτις οὖσα, εἶτα μέντοι οὐ χαλεπῶς ἔμελλε καὶ
αὐτὸν γνώσεσθαι τὸν Ἀνάχαρσιν ἅτε γένους τοῦ δοκιμωτάτου [p. 406]
ὄντα καὶ ἐν τοῖς πρώτοις Σκυθῶν. Ἀναχαρσις
δὲ πόθεν ἂν ἐκεῖνον ἔγνω ὁμοεθνῆ ὄντα, Ἑλληνιστὶ
ἐσταλμένον, ὑπεξυρημένον τὸ γένειον, ἄζωστον, ἀσίδηρον,
ἤδη στωμύλον, αὐτῶν τῶν Ἀττικῶν ἕνα τῶν αὐτοχθόνων;
οὕτω μετεπεποίητο ὑπὸ τοῦ χρόνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: