previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] καὶ ὡς μᾶλλον θαυμάσῃς,
μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, μέν,
εἴ τινα Σόλωνα Περικλέα Ἀριστείδην ἐπινοεῖς, δὲ
υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί σε, οὕτω μέγας ἐστὶ
καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν: εἰ δὲ καὶ
φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος,
τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ νεανίσκος
ἔχει. γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν,
ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε
Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρ᾽
ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν
ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ πόλις οὐ φιλεῖ
μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἓν τοῦτο
ἡμῖν δημόσιον ἀγαθόν ἐστι καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ
οὗτος. εἰ δὴ αὐτός τε καὶ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ
φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι
χρὴ τὴν χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτ᾽ ἐνδοιάσιμα τὰ
σά. ταῦτα νὴ τὸν Δί᾽ ἅπαντες ἔλεγον, εἰ χρὴ καὶ ὅρκον
ἐπάγειν τῷ λόγῳ, καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν
τῶν προσόντων εἰρηκέναι ἔδοξαν. ‘οὐχ ἕδρας τοίνυν
οὐδ᾽ ἀμβολᾶς ἔργον,’ ὡς Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα
μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι
ἡμῖν τοιοῦτοι γένοιντο: ἢν γὰρ τοῦθ᾽ ὑπάρξῃ, εὔδια
πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων θάλαττα καὶ λιμὴν πλησίον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: