previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] οὕτω δὴ ἔχων ἐσκοπούμην ἤδη περὶ τῶν πρακτέων,
καὶ το μὲν δεῖξαι τῶν λόγων ὑμῖν πάλαι ἐδέδοκτο. τίσι
γὰρ ἂν ἄλλοις ἔδειξα σιωπῇ παροδεύσας τηλικαύτην πόλιν;
ἐζήτουν γάρ, οὐδὲ ἀποκρύψομαι τἀληθές, οἵτινες
οἱ προὔχοντες εἶεν καὶ οἷς ἄν τις προσελθὼν καὶ ἐπιγρα
ψάμενος προστάτας συναγωνισταῖς χρῷτο πρὸς τὰ ὅλα.
ἐνταῦθά μοι οὐχ εἷς, ὥσπερ τῷ Ἀναχάρσιδι, καὶ οὗτος
βάρβαρος, Τόξαρις, ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες
τὰ αὐτὰ μόνον οὐ ταῖς αὐταῖς συλλαβαῖς ἔλεγον: ξένε,
πολλοὶ μὲν καὶ ἄλλοι χρηστοὶ καὶ δεξιοὶ ἀνὰ τὴν πόλιν,
καὶ οὐκ αν ἀλλαχόθι τοσούτους εὕροις ἄνδρας ἀγαθούς,
δύο δὲ μάλιστά ἐστον ἡμῖν ἄνδρε ἀρίστω, γένει μὲν καὶ
ἀξιώματι πολὺ προὔχοντος ἁπάντων, παιδείᾳ δὲ καὶ λόγων
δυνάμει τῇ Ἀττικῇ δεκάδι παραβάλλοις ἄν: δὲ
παρὰ τοῦ δήμου εὔνοια πάνυ ἐρωτικὴ πρὸς αὐτούς, καὶ
τουτὶ γίγνεται, τι ἂν οὗτοι ἐθέλωσιν: ἐθέλουσι γὰρ [p. 410]
τι ἂν ἄριστον τῇ πόλει. τὴν μὲν γὰρ χρηστότητα καὶ
τὴν πρὸς τοὺς ξένους φιλανθρωπίαν καὶ τὸ ἐν μεγέθει
τοσούτῳ ἀνεπίφθονον καὶ τὸ μετ᾽ εὐνοίας αἰδέσιμον καὶ
τὸ πρᾷον καὶ τὸ εὐπρόσοδον αὐτὸς ἂν ἄλλοις διηγήσαιο
πειραθεὶς μικρὸν ὕστερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: