previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] τοῦτο μὲν οὖν, θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδ᾽ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος, ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν [p. 212] παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν: ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ᾽ ἂν ἡμῖν περὶ αὐτῶν, ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν, καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῆ ἐκχυθέντων τῶν σπερμάτων, οὐδὲ ἀμᾶν ἔτι χλωρὸν τὸν στάχυν, κενὸν εὑρεθήσεσθαι τὸν καρπόν. οὐ μὴν οὐδ᾽ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψαις τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφοροίη τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: