This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν
ἀπόκρισιν ἀποκρίνασθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν
ἐστι τῶν ἐρραψῳδημένων ὑπ᾽ ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν
Μουσῶν, καὶ ἐχρῆν σε παρ᾽ ἐκείνων τοὺς λογισμοὺς τῶν
τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν: ἐγὼ
δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην, λέγω δὲ τοῦ νέμειν καὶ
ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων
[p. 211]
ὅσα ποιμένων ἔργα καὶ μαθήματα, δίκαιος ἂν εἴην ἀπολογεῖσθαι,
αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι
καὶ ἐφ᾽ ὅσον ἂν οἴωνται καλῶς ἔχειν, μεταδιδόασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.