This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτιῶν
μιᾷ γε πάντως ἐνέχεσθαι: ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν
εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα
προλέγειν δύνασθαι: ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο,
σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις
τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις: ἢ
γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ
τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον
ταμιευόμενος τὴν χρῆσιν αὐτῶν ἐκεῖνο μὲν γὰρ οὐδὲ
τολμήσαιμ᾽ ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν
ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο
τὴν ὑπόσχεσιν, λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν, καὶ
ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.