previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] καὶ σὺ τοίνυν, φαῖεν ἄν, οὐχ ὑποκριτής, ἀλλὰ ποιητὴς τῶν καλλίστων καὶ νομοθέτης γενόμενος ὑπὸ ταυτησὶ τῆς ἰσχάδος παραφανείσης ἠλέγχθης πίθηκος ὢν καὶ ἀπ᾽ ἄκρου χείλους φιλοσοφῶν καὶ [p. 323] ἕτερα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων, ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν ὅτι λέγεις καὶ ἐφ᾽ οἷς ἐπαινεῖσθαι ἀξιοῖς, χείλεα μέν σου ἐδίηνεν, ὑπερῴην δὲ αὐχμῶσαν καταλέλοιπε. τοιγαροῦν παρὰ πόδας εὐθὺς ἔτισας δίκην, προπετῶς μὲν θρασυνάμενος πρὸς τὰς ἀνθρώπων χρείας, μετὰ μικρὸν δὲ μονονουχὶ ὑπὸ κήρυξιν ἐξομοσάμενος τὴν ἐλευθερίαν. καὶ ἐῴκει Ἀδράστεια τότε κατόπιν ἐφεστῶσά σοι εὐδοκιμοῦντι ἐφ᾽ οἷς κατηγόρεις τῶν ἄλλων, καταγελᾶν ὡς ἂν θεὸς εἰδυῖα τὴν μέλλουσάν σοι ἐς τὰ ὅμοια μεταβολὴν καὶ ὅτι οὐκ εἰς τὸν κόλπον πτύσας πρότερον ἠξίους κατηγορεῖν τῶν διὰ ποικίλας τινὰς τύχας τοιαῦτα πράττειν ὑπομενόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: