previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] πρὸ δὲ τῶν ὅλων μεμνῆσθαι χρὴ τοὺς ἐπιτιμῶντας, ὅτι οὐ σοφῷ ὄντι μοιεἰ δή τις καὶ ἄλλος ἐστί που σοφόςἐπιτιμήσουσιν, ἀλλὰ τῷ ἐκ τοῦ πολλοῦ δήμου, λόγους μὲν ἀσκήσαντι καὶ τὰ μέτρια ἐπαινουμένῳ ἐπ᾽ αὐτοῖς, πρὸς δὲ τὴν ἄκραν ἐκείνην τῶν κορυφαίων ἀρετὴν οὐ πάνυ γεγυμνασμένῳ: καὶ μὰ Δί᾽ οὐδ᾽ ἐπὶ τούτῳ ἀνιᾶσθαί μοι ἄξιον, ὅτι μηδὲ ἄλλῳ ἐγὼ γοῦν ἐντετύχηκα τὴν τοῦ σοφοῦ ὑπόσχεσιν ἀποπληροῦντι. σοῦ μέντοι καὶ θαυμάσαιμ᾽ ἂν ἐπιτιμῶντός μου τῷ νυνὶ βίῳ, εἴ γε ἐπιτιμῴης, ὃν πρὸ πολλοῦ ᾔδεις ἐπὶ ῥητορικῇ δημοσίᾳ μεγίστας μισθοφορὰς ἐνεγκάμενον, ὁπότε κατὰ θέαν τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ τὴν Κελτικὴν ἅμα ἐπιὼν ἐνέτυχες ἡμῖν τοῖς μεγαλομίσθοις τῶν σοφιστῶν ἐναριθμουμένοις. ταῦτά σοι, ἑταῖρε, καίτοι ἐν μυρίαις ταῖς ἀσχολίαις ὢν ὅμως ἀπελογησάμην, οὐκ ἐν παρέργῳ θέμενος τὴν λευκὴν παρὰ σοῦ καὶ πλήρη μοι ἐνεχθῆναι: ἐπεὶ πρός γε τοὺς ἄλλους, κἂν συνάμα πάντες κατηγορῶσιν, ἱκανὸν ἂν εἴη μοι τό, οὐ φροντὶς Ἱπποκλείδῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: