previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] καὶ τί σοι τοὺς παλαιοὺς λέγω, ὅπου καὶ Ἐπίκουρος ἀνὴρ πάνυ χαίρων τῷ χαίρειν καὶ τὴν ἡδονὴν πρὸ ἁπάντων αἱρούμενος ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖςεἰσὶ δὲ αὗται ὀλίγαι — . καὶ ἐν ταῖς πρὸς τοὺς φιλτάτους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει; πολὺ δ᾽ ἂν καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ εὕροις τὸ ὑγιαίνειν πρῶτον εὐθὺς λεγόμενον: τὸ μὲν γὰρ

οὖλέ τε καὶ μάλα χαῖρε
σαφῶς προτεταγμένον τοῦ χαίρειν τὸ ὑγιαίνειν ἔχει: δὲ Ἄλεξις,

δέσποθ᾽, ὑγίαιν᾽, ὡς χρόνιος ἐλήλυθας:
δὲ Ἀχαιός,

ἥκω πεπραγὼς δεινά, σὺ δ᾽ ὑγίαινέ μοι:
[p. 331] καὶ Φιλήμων,

αἰτῶ δ᾽ ὑγίειαν πρῶτον, εἶτ᾽ εὐπραξίαν,
τρίτον δὲ χαίρειν, εἶτ᾽ ὀφείλειν μηδενί.
μὲν γὰρ τὸ σκόλιον γράψας, οὗ καὶ Πλάτων μέμνηται, τί καὶ οὗτός φησιν; ὑγιαίνειν μὲν ἄριστον, τὸ δεύτερον καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν, τοῦ χαίρειν δὲ τὸ παράπαν οὐκ ἐμνήσθη, ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω,

ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον
βιοτᾶς:
ὥστε εἰ πρεσβίστη ἐστὶν ὑγίεια, καὶ τὸ ἔργον αὐτῆς τὸ ὑγιαίνειν προτακτέον τῶν ἄλλων ἀγαθῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: